Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.53 | Dem. 21.56 (English) | >>Dem. 21.59 |
21.55οἱ τοίνυν χοροὶ πάντες οἱ γιγνόμενοι καὶ οἱ χορηγοὶ δῆλον ὅτι τὰς μὲν ἡμέρας ἐκείνας ἃς συνερχόμεθʼ ἐπὶ τὸν ἀγῶνα , κατὰ τὰς μαντείας ταύτας ὑπὲρ ὑμῶν ἐστεφανώμεθα , ὁμοίως ὅ τε μέλλων νικᾶν καὶ ὁ πάντων ὕστατος γενήσεσθαι , τῇ δὲ τῶν ἐπινικίων ὑπὲρ αὑτοῦ τότʼ ἤδη στεφανοῦται ὁ νικῶν . τὸν οὖν εἴς τινα τούτων τῶν χορευτῶν ἢ τῶν χορηγῶν ὑβρίζοντʼ ἐπʼ ἔχθρᾳ , καὶ ταῦτʼ ἐν αὐτῷ τῷ ἀγῶνι καὶ ἐν τῷ τοῦ θεοῦ ἱερῷ , τοῦτον ἄλλο τι πλὴν ἀσεβεῖν φήσομεν ;
καὶ μὴν ἴστε γε τοῦθʼ ὅτι βουλόμενοι μηδένʼ ἀγωνίζεσθαι ξένον οὐκ ἐδώκαθʼ ἁπλῶς τῶν χορηγῶν οὐδενὶ προσκαλέσαντι τοὺς χορευτὰς σκοπεῖν , ἀλλʼ ἐὰν μὲν καλέσῃ , πεντήκοντα δραχμάς , ἐὰν δὲ καθέζεσθαι καθέζεσθαι κελεύσῃ , χιλίας ἀποτίνειν ἐτάξατε . τίνος εἵνεκα ; ὅπως μὴ τὸν ἐστεφανωμένον καὶ λῃτουργοῦντα τῷ θεῷ ταύτην τὴν ἡμέραν καλῇ μηδʼ ἐπηρεάζῃ μηδʼ ὑβρίζῃ μηδεὶς ἐξεπίτηδες .
21.57εἶτα τὸν μὲν χορευτὴν οὐδʼ ὁ προσκαλέσας κατὰ τὸν νόμον ἀζήμιος ἔσται , τὸν δὲ χορηγὸν οὐδʼ ὁ συγκόψας παρὰ πάντας τοὺς νόμους οὕτω φανερῶς δώσει δίκην ; ἀλλὰ μὴν οὐδέν ἐστʼ ὄφελος καλῶς καὶ φιλανθρώπως τοὺς νόμους ὑπὲρ τῶν πολλῶν κεῖσθαι , εἰ τοῖς ἀπειθοῦσι καὶ βιαζομένοις αὐτοὺς ἡ παρʼ ὑμῶν ὀργὴ τῶν ἀεὶ κυρίων μὴ γενήσεται .
21.56
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.53 | Dem. 21.56 (English) | >>Dem. 21.59 |